Ἀπολυτίκιον. Ἦχος δ’ ἐκ τρίτου
Tῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας˙ Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Φερωνυμίᾳ καταλλήλῳ ἐμπρέπων, καθυπουργεῖς ἐν τῇ τοῦ Λόγου σαρκώσει, ὡς στρατηγός τῶν Ἀσωμάτων τάξεων˙ ὃθεν εὐηγγέλισαι, τῇ Παρθένῳ Μαρίᾳ, χαῖρε προσφωνῶν αὐτῇ, τὸν Θεὸν γὰρ συλλήψῃ. Ὅν ἐκδυσώπει σώζεσθαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας, Γαβριὴλ Ἀρχάγγελε.