Ἀπολυτίκιον Ἦχος πλ. δ’
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν Μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Θεόδωρε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας. Λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δώρων μέτοχος, τῆς ἀφθαρσίας, δῶρον ἄσυλον, τῆς Ἐκκλησίας, φερωνύμως ἀνεδείχθεις Θεόδωρε. τοῖς ἱεροῖς ἑπόμενος δόγμασιν, ὁμολογίας φωστήρ ἐχρημάτισας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἒλεος.