Ἀπολυτίκιον
Tῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Σισώη· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκ παιδὸς γεωργήσας, ζωὴν τὴν κρείττονα, τῶν κατ’ αὐτὴν ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μινητὰ Σισώη ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς σῆς ἐξόδου, δηλοποιῶν τὴν σὴν δόξαν, καὶ καταλάμπων τὰς ψυχὰς ἡμῶν.