Ἀπολυτίκιον
Ἁπαλῶν ἐξ’ ὀνύχων Χριστὸν ἠγάπησας καὶ τὴν σὴν κλῆσιν, θεόφρων, καταλαμπρύνεις, σαφῶς πλήρης χάριτος ὀφθεὶς τοῦ θείου Πνεύματος· ἐκκαθάρας γὰρ τὸν νοῦν, τῶν Ἀγγέλων μιμητής ἐν σώματι ἀνεδείχθης, Πατὴρ ἡμῶν Ἰωάννη, μεθ’ ὧν ἱκέτευε σωθῆναι ἡμᾶς.
Ἦχος πλ. δ’
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα, λαβὼν γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῶ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορὰν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἰωάννη τὸ πνεύμά σου.