Ἀπολυτίκιον. Ἦχος δ’
Τοὺς Μάρτυρας Χριστοῦ ἱκετεύσωμεν πάντες, αὐτοὶ γὰρ τὴν ἡμῶν σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν πρὸς αὐτοὺς μετὰ πίστεως, Οὗτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.
̉Αγάπη τοῦ Κτίσαντος, πεπυρσευμένος τὸν νοῦν, χορείαν συνήθροισας, πανευκλεῶν Ἀθλητῶν, Ἀγάπιε ἔνδοξε· ὅθεν σὺν τούτοις Μάρτυς, ἀριστεύσας νομίμως, ξίφει τὸν σὸν αὐχένα, σὺν αὐτοῖς ἀπετμήθεις· μεθ΄ὧν ἀεὶ ἐδυσώπει, δοῦναι ἡμῖν ἄφεσιν.