Ἀπολυτίκιον
Ὡς κῦρος οὐράνιον θεολογία ἡ σή, βραβεύει ἐν πνεύματι τῇ ἐκκλησίᾳ Χριστοῦ τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς Θεοτόκου καὶ ὑπέρμαχος ὤφθης, παρ’ ἧς λαμπρῶς ἐδοξάσθης, ἱεράρχα παμμάκαρ Κύριλλε.
Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος , τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Κύριλλε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.