Ἀπολυτίκιον
Ὡς θησαυρὸν ἀνέκλειπτον τῆς δωρεᾶς τοῦ Πνεύματος, τῶν ἱερῶν σου λειψάνων τὴν λάρνακα περικυκλοῦντες, ἔνδοξε, ψυχικῶν νοσημάτων καὶ παντοίων παθῶν ἰάσεις λαμβάνομεν, Φωκᾶ, ἀνευφημοῦντες τὰ θεῖά σου κατορθώματα.
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.