Ἀπολυτίκιον
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τὴ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Εὐτυχῆ, Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὡς φοιτητὴς τῶν ἱερῶν Ἀποστόλων, τῆς εὐσεβείας ὑποφήτης ἐδείχθης, καὶ τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυξαν τρανῶς. ὅθεν ἐνδιέπρεψας, μαρτυρίου τοῖς πόνοις, θαύμασι τῆς πίστεως, βεβαιώσας τὸν λόγον. Ἱερομάρτυς Πάτερ Εὐτυχές, Χριστὸν δυσώπει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.