Ἀπολυτίκιον Βαρθολομαίου καὶ Βαρνάβα
Θεῖα ὄργανα, τοῦ Παρακλήτου, καὶ ἐκφαντορες, τοῦ Θεοῦ Λόγου, ἀνεδείχθητε θεόπται Ἀπόστολοι, Βαρθολομαῖε τῶν Δώδεκα σύσκηνε, καὶ Βαρνάβα ὡς υἱὸς παρακλήσεως. Ἀλλ’ αἰτήσασθε Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.