Ἀπολυτίκιον
Ὡς γενναίος ὀπλίτης τοῦ Σωτῆρος, Ἐπίμαχε, τῷ ἐχθρῷ στεῤῥῶς συνεπλάκης, συμμαχίᾳ τῆς πίστεως, καὶ τοῦτον ἐτροπώσω Ἀθλητᾶ, βασάνους πολυτρόπους υποστάς, διὰ τοῦτο ὡς τοῦ Λόγου σε κοινωνόν, τιμώμεν ἀνακράζοντες. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πᾶσιν ἰάματα.