Ἀπολυτίκιον
Ὡς εὐτυχήσας ἀρετῶν ταῖς ἰδέαις, τὴν τῶν μαρτύρων εὐκληρίας μετέσχες, ἱερομάρτυς ἔνδοξε παμμάκαρ Εὐτυχές· σὺ γὰρ τῷ Θεῷ ἡμῶν καθαρῶς ὑπουργήσας, αἵμασιν ἐφοίνιξας τὴν ἁγίαν στολήν σου, μεθ’ ἧς Χριστῷ καὶ νῦν ἱερουργῶν, ἀεὶ δυσώπει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.